Ancient Greek
BGU 1 70
Documentary Papyri, Bgu 1 70
Not analysed yet
ἀπὸ τῆς Παλαμήδους τοῦ Ὀννώφρεως τραπέζης Διονυσιάδος ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ κη. Δημητροῦς Στοτοήτιος τοῦ Δωρίωνος μετὰ κυρίου τοῦ συγγενοῦς Μυσθαρίωνος τοῦ Χαιρήμωνος τοῦ Ἀγχορίμφεως τῇ ταύτης μητρὶ Ταμύσθᾳ νεωτέρᾳ τοῦ Πτολλίδος μετὰ κυρίου τοῦ ἀνδρὸς Στοτοήτιος τοῦ Δωρίωνος ἔχειν τὴν μητέρα Ταμύσθαν παρὰ τῆς θυγατρὸς Δημητροῦτος χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν εἴκοσιν ,ἃς καὶ ἀποδώσει ἡ Ταμύσθα τῇ Δημητροῦτι τῷ Τυβὶ μηνὶ τοῦ εἰσιόντος ἑκκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως χωρὶς ἄλλων ὧν ὀφείλει ἡ Ταμύσθα …τῇ Δημητροῦτι.