Ancient Greek
BGU 1 71
Documentary Papyri, Bgu 1 71
Not analysed yet
Γάιος Λογγῖνος Ἀκύλας οὐετρανὸς καὶ Γάιος Λογγῖνος Οὐαλεριανὸς Γαιᾶτι Λονγίνου μητρὸς Θαήσεος ἀπὸ κώμης Καρανίτος διὰ φροντιστοῦ Πτολλεμέου τοῦ καὶ Ἀγαθοδέμονος χαίρειν. ὁμολογοῦμεν πεπρακέναι σοι τὸν ὑπάρχοντα ἡμῖν ψιλὸν τόπον ἐκ μέρους περιτετειχισμένον ἐν τῇ προκιμένῃ κώμῃ Καρανίδι οὗ γείτονες νότου Ἀρτέμιτος οἰκία, βορρᾶ δημοσία πλατεία, μεθʼ ἣν ὑδράγωγος Καλᾶ, ἐν ἀπηλιώτῃ χορτοθήκη τῶν τοῦ Κοκκάλου καὶ οἰκία Ἡρᾶτος, λιβὸς ῥυμῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀπέχομεν παρά σου τιμὴν ἀργυρίου δραχμὰς τριακο …διὰ χειρός· κρατεῖν οὖν σὲ καὶ κυριεύειν καὶ ἐξουσίαν ἔχειν διοικεῖν περὶ αὐτοῦ, ὡς ἂν αἱρῇ, καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει τὸ χειρόγραφον …ν…ιν ἐμὸν ἰδιόγραφον. τοῦ Ἀκύλα ὑπογράφοντος α… κύριον ἔστω ὡς ἐν δημοσίου κατακεχωρισμένον. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κ