Ancient Greek
BGU 1 73
Documentary Papyri, Bgu 1 73
Not analysed yet
Κλαύδιος Φιλόξενος νεωκόρος τοῦ μεγάλου Σαράπιδος γενόμενος ἔπαρχος σπείρης πρώτης Δαμασκηνῶν τῶν ἐν τῶι Μουσείωι σιτουμένων ἀτελῶν ἱερεὺς καὶ ἀρχιδικαστὴς Ἀρχίαι στρατηγῶι Ἀρσινοίτου τῶι τιμιωτάτωι χαίρειν· βιβλίδιον Ἰουλίου Ἀγριππιανοῦ σημειωσάμενος ἔπεμψά σοι· ἐὰν οὖν τὰ διʼ αὐτοῦ δεδηλωμένα ἀληθῆ ᾗ καὶ μηδὲν ἐμποδίζη, εὐ ποιήσεις ἐπιστείλας τοῖς τῶν ἐνκτήσεων τοῦ ὑπό σοι νομοῦ βιβλιοφύλαξιν ἐπιλαβοῦσι τὸν χρηματισμὸν ἐπεσκέμμενον ποιήσασθαι τὰ τῆς παραθέσεως ὡς καθήκει· ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε. ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παῧνι κϛ.