Ancient Greek
BGU 1 72
Documentary Papyri, Bgu 1 72
Not analysed yet
Διδύμῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Σαβείνου Ζωσίμου πράκτορος δημοσίας κώμης Καρανεῖδος νυκτὶ τῇ φερούσῃ εἰς τὴν κζ τοῦ ὄντος μηνὸς Μεχεὶρ ἐπῆλθάν τινες, ὧν τὰ ὀνόματα ἀγνοῶ, ᾧ ἔχω σπόρῳ λαχάνου περὶ τὴν προκειμένην κώμην, καὶ ἐξέκοψαν πλεῖστον τόπον ἐν ἀρούραις πέντε οὐκ ὀλίγην βλάβην ἐπηκολούθησεν· διὸ ἀξιῶ τούτου τὸ ἴσον ἐν καταχωρισμῷ γενέσθαι πρὸς τὸν τὸν αἴτιόν μοι φανησόμενον· διευτύχει. ἔτους λα Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ κζ