Ancient Greek
BGU 1 88 (p. 106)
Documentary Papyri, Bgu 1 88
Not analysed yet
ἔτους ι Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὸς Ἁδριανοῦ κζ. διὰ τῆς πρὸς τῷ Σεβαστείῳ Θέωνος τραπέζης. Χαιρήμων ἀπάτωρ μητρὸς Θασῆτος ὡς ἐτῶν λθ οὐλὴ ὀφρύι ἀριστερᾷ ἀπὸ κώμης Σοκνοπαίου Νήσου πεπρακέναι Ἰσιδώρᾳ ἀφήλικι μετὰ φροντιστοῦ τοῦ πατρὸς Δείδα τοῦ Ζωίλου κάμηλον ἄρρενον λευκὸν τέλειον ἔχοντα χαρακτῆρα ἐν τῇ δεξιᾷ σιαγόνι καὶ δεξιῷ μηρῷ τιμῆς δραχμῶν ω.