Ancient Greek
BGU 1 89
Documentary Papyri, Bgu 1 89
Not analysed yet
ἀπολογισμός Ζωΐλωι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἑκύσιος Ὥρου ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὅν ἀπεγραψάμην τῷ διεληλυθότι β ἔτους κάμηλον α πέπρακα τῷ ἐνεστῶτι γ ἔτει Μελανᾷ Ἁρποκρατίωνος ἀπὸ ἀμφόδου Ἀμμωνίου Τόπων. διὸ ἐπιδίδωμι ἀξιῶν περιαιρεθῆναι τοῦτον ἐκ τοῦ ὀνόματός μου ὡς ἐπὶ τῶν ὁμοίων σεσημείωμαι