Ancient Greek
BGU 1 96
Documentary Papyri, Bgu 1 96
Not analysed yet
…Αὐρη… τῆς αὐτῆς …ου εἰς δικα…ι… …αν…οσον… …η κατʼ ἔγγραφον ἀσφάλιον γενομένην τῷ αὐτῷ ἑβδόμῳ ἔτει μηνὶ Φαρμοῦθι κ ……τον Νουμήνιον ὡς ἐν ὑποταγῇ τυγχάνοντα καὶ μαθόντων τὰ προσόντα αὐτῷ τῆς …καὶ τὴν εἰωθυεῖαν εἰκοστὴν …τοῦ ἱερωτάτου ταμείου …ἐντεῦθεν …τοῦ προκειμένου πάτρωνος αὐτοῦ Μάρωνος ὀνομαστοῦ τῆς δεκαπρωτίας Κυρίλλου …τῇ γενομένῃ ἀπελευθερώσι τοῦ Νουμηνίου ὑπὸ τοῦ προκειμένου πάτρωνος …μήτε αὐτοὺς μήτε τοὺς παρʼ αὐτῶν ἐπὶ τὸν Νουμήνιον μήτε ἐπὶ τοὺς παρʼ αὐτοῦ μήτε περὶ τούτου μήτε περὶ ἄλλου …ου ὀφειλήματος ἢ ἀπαιτήματος ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδε…ωται ἐκκεχωρηκέναι αὐτοὺς αὐτὸν τῷ Μάρωνι κυριευτικῶς καὶ ἀπηλευθερῶσθαι αὐτὸν ὑπὸ αὐτοῦ καὶ ἀπολελύσθαι αὐτὸν ἀπὸ πάσης τῆς πατρωνικῆς ἐξουσίας καὶ παντὸς τοῦ πεκουλίου αὐτοῦ τῇ ἀπελευθερώσι ἀκολούθως. παροῦσα δὲ καὶ ἡ τούτων μήτηρ Αὐρηλία Κυριλλοῦς θυγάτηρ Διοσκόρου γενομένου βουλευτοῦ τῆς αὐτῆς Ἀρσινοϊτῶν πόλεως χωρὶς κυρίου χρηματίζουσα κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ εὐδοκεῖ καὶ βεβαιοῖ τῇ γενομένῃ ἀπελευθερώσι. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτηθέντες ὡμολόγησαν. Αὐρήλιος …εὐδοκῶ καὶ βεβαιῶ τῇ γενομένῃ ἀπελευθερώσι τοῦ Νομηνίου ὑπὸ τοῦ Μάρωνος καὶ οὐκ ἐπελεύσομαι κατʼ οὐδένα τρόπον ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σατορνῖλος …εὐδοκῶ καὶ βεβαιῶ τῇ γενομένῃ ἀπελευθερώσι τοῦ Νουμηνίου ὑπὸ τοῦ Μάρωνος καὶ οὐκ ἐπελεύσομαι κατʼ οὐδένα τρόπον ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρηλία Κυριλλοῦς θυγάτηρ Διοσκόρου βουλεύσαντος χωρὶς κυρίου χρηματίζουσα κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ εὐδοκῶ καὶ βεβαιῶ τῇ ἀπελευθερώσι τοῦ Νουμηνίου ὑπὸ Μάρωνος καὶ οὐκ ἐπελεύσομαι κατʼ οὐδένα τρόπον ὡς πρόκιται καὶ ἐ…ημαι. ……ν Μάρωνα α… …νος ἀποστα… …μηνὶ Θὼθ ια ……τον καὶ διὰ το…