Ancient Greek
BGU 1 98
Documentary Papyri, Bgu 1 98
Not analysed yet
Κρηνολουίωι Κυιντιλιανῷ ἑκατοντάρχῳ παρὰ Νομιέως Ἐριέως ἀπὸ κώμης Σοκνοπαίου Νήσου Ἡρακλείδου μερίδος. ὁ γενόμενός μου καὶ μετηλλαχὼς ἀνὴρ Ἀτῆις Σαταβοῦτος ἀπὸ τῆς αὐτῆς κώμης ἐτελεύτησεν ἐπὶ κληρονόμοις τοῖς γεγονόσι ἐξ ἐμοῦ καὶ αὐτοῦ τέκνοις Ἀπύγχει καὶ Ταήσι καὶ Τασηύτι ἀφήλιξι, ἐπίτροπος δὲ αὐτῶν ὁ κατὰ πατέρα αὐτῶν θεῖος Ἀβούς, τὰ δὲ καταλειφθέντα ἐπράθη, ὧν ἡ συναγομένη τιμὴ ἐν ἀργυρίῳ ἔμεινεν παρὰ τῷ αὐτῷ ἐπιτρόπῳ ἔξω πυροῦ ἀρταβῶν ἀφεθεισῶν εἰς τὰς ἀναγκαίας τροφὰς τοῖς ἀφήλιξι, ἀποκειμένων ἐν κέλλῃ οὔσῃ ἔν τε τοῦ ἀνδρός μου καὶ τοῦ ἐπιτρόπου οἰκίᾳ ἐπὶ σφραγίδων ἐμοῦ τε καὶ τοῦ ἐπιτρόπου. ἐπεὶ οὖν προῆλθον αὐτῷ ὅπως μετὰ τὰς χωρούσας αὐτοῖς εἰς τροφὰς τὰς λοιπὰς πραθῆναι ἢ ἐκδανεισθῆναι ἐπὶ θερείᾳ πρὸς τὸ μὴ διαφθαρῆναι τὸν πυρὸν ἀποκείμενον, ὁ δὲ ἀφορμαῖς χρώμενος οὐδὲ ὁπότερον αὐτῶν ἐποίησεν οὐ μόνον, ἀλλὰ καὶ οὐκ ἔμεινεν τῇ γενομένῃ μεσιτείᾳ. περὶ τούτου ἀναγκαίως ἐπιδίδωμι καὶ ἀξιῶ ἐὰν σοὶ δόξῃ, κελεῦσαι αὐτὸν ἀχθῆναι ἐπὶ σὲ λόγον ἀποδώσοντα περὶ τούτου. Τανομιεὺς ὡς ἐτῶν γ… οὐλὴ μήλῳ δεξιῷ ἔτους ιθ Λουκίου Σεπτιμίου Σευήρου Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βρετανικῶν Μεγίστων Εὐσεβῶν Σεβαστῶν Τῦβι κη.