Ancient Greek
BGU 11 2018
Documentary Papyri, Bgu 11 2018
Not analysed yet
πα… Καρανίδος παρὰ Πετσοραίπεως Ἁτρέους τοῦ Ἰμούθου μητρὸς Σοήρεως τῆς Φανομγέως ἀπὸ κώμης Καρανίδος. ὑπάρχει μοὶ ἐν τῇ κώμῃ πατρικὴ οἰκία καὶ αὐλὴ ἐν ᾗ κατοικῶ, καὶ ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους κατʼ οἰκίαν ἀπογραφήν. καί εἰμι ὁ προγεγραμμένος Πετσοραῖπις ἐτῶν νζ γεωργός καὶ τὴν θυγατέρα Σοῆριν μητρὸς Ταπεθέως ἐτῶν ιγ καὶ τὰς συγγενεῖς Πτολεμαίδα ἀπάτορα ἐτῶν κε καὶ Τκολλ…ν ἀδελφὴν ἀπάτορα ἐτῶν ιε καὶ Θαῆσιν ἄλλην ἀπάτορα ἐτῶν δ. ὑπάρχει δέ μοι ἄλλη οἰκία καὶ αὐλὴ πατρικὴ καὶ 𐅵μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς καὶ ἄλλη οἰκία καὶ αὐλὴ Καρανίδι καὶ ἑτέρῳ τόπῳ …αὐλὴ …τῆς τοῦ ἀδελφοῦ θυγατρὸς …αὐλὴ καὶ πατρικὴ αὐλὴ …αλλ… οἰκίαι β καὶ αὐλὴ …ταῖς περὶ Πτολεμαίδα ἀπάτορα …ἐξ ἴσου ἐμοὶ οἰκία καὶ αὐλὴ