Ancient Greek
BGU 11 2019
Documentary Papyri, Bgu 11 2019
Not analysed yet
Διονυσίωι …Μεμφίτου παρὰ Ἡρακλείας ἀπελευθέρας Σεναμοῦνις τῆς Πετεσούχου ἀπὸ Μοιθῦμις τοῦ Μεμφίτου νομοῦ. ὑπάρχει μοὶ ἐν τῇ Μοιθῦμι τοῦ …οικ…α οἰκία καὶ αὐλὴ καὶ τὰ συνκύροντα, εἰς ἣν ἀπογράφομαι ἑαυτὴν καὶ τοὺς ἐμοὺς πρὸς τὴν τοῦ κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐμαυτὴν Ἡρακλίαν ἀπελευθέραν ἐτῶν με καὶ τὴν ἀπάτορά μου θυγατέρα Σεναμοῦνιν Αβι ἐτῶν κ Ταστωοῦς ἀδελφὴ ἐτῶν ιβ καὶ τὴν δούλην μοῦ Θερμοῦθιν ἐτῶν ιε καὶ ὀμνύω τὴν τοῦ κυρίου Κομμόδου Καίσαρος τύχην ἀληθῇ εἶναι. ἔτους κθ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ μεγίστου Βρεταννικοῦ Θὼθ κγ. Ἡρακλεία ἀπελευθέρα Σεναμούνιος ἐπιδέδωκα ὡς πρόκειται …Διονυσίω… Μεμφείτου παρὰ …μονος …