Ancient Greek
BGU 11 2020
Documentary Papyri, Bgu 11 2020
Not analysed yet
……ἀπογράφομαι …Ἀπολλινάριον μὲν γεννηθέντα τῷ δ ἔτει καὶ ὄντα εἰς τὸ ἐνεστὸς ἔνατον ἔτος ἐτῶν ἕξ ,Οὐαλέριον δὲ γεννηθέντα …ξ τῷ ε ἔτει καὶ ὄντα εἰς τὸ ἐνεστὸς ἔνατον ἔτος ἐτῶν πέντε ,καὶ διδυμαγενεῖς Γεμέλλον καὶ Γεμέλλαν γεννηθέντας τῷ ϛ ἔτει καὶ ὄντας εἰς τὸ αὐτὸ ἐνεστὸς ἔνατον ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐτῶν τεσσάρων · διὸ ἐπιδίδωμι. …ια μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἀπολλωνίου ἐπιδέδωκα τὸ ὑπόμνημα …ν…του…γονα…α τ… θυγατρ …σ…ι ωαδε επ…τιν…αιους …ε ὄντος α… Οὐαλερίου Ἀπολλιναρίου ἐπὶ ξένης …ε… Ἀπολλινάριον ἐτῶν ἓξ καὶ Οὐαλέριον ἐτῶν πέντε καὶ διδυμαγενεῖς Γεμέλλον καὶ Γεμέλλαν ἐτῶν τεσσάρων καθῶς πρόκειται. Ἀπολλώνιος γέγραφα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Χοιὰχ κη.