Ancient Greek
BGU 11 2031
Documentary Papyri, Bgu 11 2031
Not analysed yet
……Μεσορὴ λ ……Ἀλεξάνδρῳ …ονι ἐξηγητεύσαντι …παρὰ …ωνος Πτολεμαίου τοῦ Ἰσ… ἀπὸ κώμης Καρανίδος. ἔσχον ἥμισυ μέρος ἀδιαίρετον κατὰ δημόσιον χρηματισμὸν τελειωθέντα διὰ τοῦ ἐνθάδε γραφείου τῇ ἐνεστώσῃ ἡμέρᾳ περὶ τὴν προκειμένην κώμην Καρανίδα κλήρου κατοικικοῦ …ουσας ἀπὸ ἀρουρῶν τεσσάρων καὶ ἐν τῇ αὐτῇ κώμῃ τέταρτον μέρος οἰκίας καὶ αὐλῆς παρὰ τῆς μητρὸς μου …φρ… Οὐητᾶ ἀπὸ τῆς αὐτῆς κώμης …νης μετὰ κυ…μ…ι καὶ ομο…λου. διὸ ἐπιδίδωμι εἰς τὸ τὴν παράθεσιν γενέσθαι ἀκολούθως ᾧ παρεθέμην ἀντιγράφῳ τοῦ χρηματισμοῦ· ὁπόταν γὰρ τὴν ἀπογραφὴν ποιῶμαι, ἀποδείξω ὡς ὑπάρχει …α· εἰ δὲ φανείη ἑτέρῳ προσῆκον ἢ προκατεσχημένον μὴ ἔσεσθαι ἐνπόδιον ἐκ τῆσδε τῆς παραθέσεως. Σαραπιόδωρος γραμματεύς. ἔτους …Αὐρηλίου Κομμόδου Καίσαρος τοῦ κυρίου Μεσορὴ λ.