Ancient Greek
BGU 11 2032
Documentary Papyri, Bgu 11 2032
Not analysed yet
……υ Θὼτ ια …ρ… …παρὰ Ἀκουτίωνος τοῦ …καὶ Διδύμου τοῦ Πάτρωνος τ… ἀναγραφομένων ἐπʼ ἀμφόδου Πρώτων Χηνοβοσκίων, Περσῶν τῆς ἐπιγονῆς, ἀλλήλων ἐνγύων εἰς ἔκτισιν. βουλόμεθα μισθώσασθαι ἐκ τῶν νομαρχικῶν ἀσχολημάτων ἀπὸ μηνὸς Σεβαστοῦ ἕως Καισαρείου ἐπαγομένων πέμπτης τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου δίφρον ζυτοπωλίου κώμης Εὐημερείας, φόρου ἀργυρίου δραχμῶν χιλιῶν τριακοσίων καὶ ὑπὲρ ἑκατοστῶν καὶ θερμ… καὶ κηρυκικοῦ τῆς μνᾶς δραχμῆς μιᾶς τελέσομεν, ὧν τὴν διαγραφὴν ποιησόμεθα ταῖς τῶν ολ… …ωμεικα τρίτου μέρους τοῦ φόρου. Ἀκουτίων …καὶ Δίδυμος Πάτρωνος ἐπιδεδώκαμεν ἐξ ἀλληλεγγύης τῶν δραχμῶν χιλιῶν τριακοσίων καὶ τῶν ἑπομένων. Ἀκουτίων ἔγραψα τὰ πλεῖστα. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ …Δίδυμος Πάτρωνος συνεπιδέδωκα ἐξ ἀλληλεγγύης ὡς πρόκειται.