Ancient Greek
BGU 11 2040
Documentary Papyri, Bgu 11 2040
Not analysed yet
Αὐρήλιος Σουχάμμων Αὐρηλίῳ Πασόιτι μισθωτῇ χαίρειν. ἔσχον παρὰ σοῦ τὸ ἐκφόριον ὧν γεωργεῖς μου ἀρουρῶν τριῶν περὶ κώμην Θεαδελφείαν πυροῦ ἀρτάβας ἐννέα ὑπὲρ τοῦ β ἔτους πλήρης, κυρίας οὔσης τῆς μισθώσεως. ἔτους β Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶπ α.