Ancient Greek
BGU 11 2041
Documentary Papyri, Bgu 11 2041
Not analysed yet
Ἰσίδωρος Α…λ…ν… Ζωσίμῳ Ι…νου χαίρειν· ὁμολογῶ α…συν…αι σοὶ τὸν υἱόν μου καλούμενον Ἡρακλῆν εἰς μάθησιν γερδιακῆς ἐπʼ ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους, ὃν καὶ παραστήσεις μοὶ μεμαθηκότα καὶ τελειωθέντα τὴν γερδιακὴν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Μεσορὴ μηνός, ἐμοῦ διδόντος αὐτῷ πρὸς τὸ ἐνεστὸς θ ἔτος τὸν ἱματισμὸν καί σου χορηγοῦντος αὐτῷ τὴν ἡμερησίαν τροφήν· ἐὰν δέ τις ἡμῶν παραβῇ, δώσει δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ἔτους ἐνάτου Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου τῶν κυρίων Σεβαστῶν, Θὼθ …