Ancient Greek
BGU 11 2044
Documentary Papyri, Bgu 11 2044
Not analysed yet
ἔτους ἕκτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Φαμενὼθ ……ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ· ἐδάνισεν Ἀπύγχις Νε …τοῦ Σαταβοῦτος ὡς ἐτῶν πεντήκοντατ… …Πανεφρύμμι Τεσενούφιος νεωτέρῳ …ν… …τέσσερες οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ Πτου…. Ἀπύγχιος τῆς Σαταβοῦτος Περσίνῃ ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ ὀφρύι ……μετὰ κυρίου τοῦ ἀνδρὸς Πανε… …ἀλλήλων ἐγγύων εἰς ἔκτισιν ἀργυρίου ἐπισήμου κεφαλαίου νομίσματος δραχμὰς …καὶ εἴληφεν παρὰ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τόκου ὡς δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσομεν οἱ δεδανεισμένοι… τῷ Ἀπύγχι ἐν μηνὶ Θὼθ τοῦ εἰσιόντος ἑβδόμου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος· ἐὰν δὲ μὴ ἀποδώσομεν καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι… προκειμένου ἡμιολίαν, τοὺς δὲ τόκους ἁπλοῦς, ἔκ τε τοῦ δεδανισμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων τῆς πράξεως γινομένης τῷ Ἀπύγχι καθάπερ ἐκ δίκης ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας…ε… ὑπογραφεὺς Ἑριεὺς Ἑριέως ὡς ἐτῶν τριάκοντα ἐννέα οὐλὴ ὀφρύι ἀριστερᾷ. Πανεφρύμμις Τεσενούφιος νεώτερος Πέρσης τῆς ἐπιγονῆς καὶ Πτου…. Ἀπύγχιος τῆς Σαταβοῦτος Περσίνη μετὰ κυρίου τοῦ ἐμοῦ ἀνδρὸς ὁμολογοῦμεν ἔχομεν τὸ δάνειον παρὰ Ἀπύγχιος νε… τοῦ Σαταβοῦτος τὰς τοῦ ἀργυρίου ἐπισήμου κεφαλαίου νομίσματος διὰ χειρὸς ἐξ οἴκου δραχμὰς ……ε… …α δανηο… Σεβαστοῦ τ… Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ……ἀναγέγραπται διὰ τοῦ τῇ ……Σοκνοπαίου Νήσῳ γραφείου ……σε…