Ancient Greek
BGU 11 2043
Documentary Papyri, Bgu 11 2043
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Νέου Σεβαστοῦ κ, ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Σεγᾶθις Σαταβοῦτος τοῦ Τεσιήους ὡς ἐτῶν ἑξήκοντα …οὐλὴ …ακος μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς ἀνδρὸς Στοτοήτιος …τοῦ Στοτοήτιος ἱερέως κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν …ἐννέα οὐλὴ ὀφρύι δεξιᾷ τῷ αὐτῆς υἱῷ Στοτοῆτι Στοτοητιο αυτ… Στοτοήτιος ἱερεῖ τῆς αὐτῆς κώμης ὡς ἐτῶν τεσσαράκοντα δύο οὐλὴ καρπῷ δεξιῷ ἔχειν παρʼ αὐτοῦ παραχρῆμα …διὰ τῆς Διοξένου τοῦ καὶ Σαραπίωνος τραπέζης χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς ὀκτακοσίας τεσσαράκοντα ,τόκου δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον καὶ τὰς προκειμένας ἀργυρίου δραχμὰς ὀκτακοσίας τεσσαράκοντα σὺν τοῖς τόκοις ἀποδώσειν τὴν Σεγᾶθιν τῷ Στοτοῆτι ἐν μηνὶ Φαρμοῦθι τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως, καὶ μέχρις οὗ τῷ Στοτοῆτι τὸ προκείμενον κεφάλαιον καὶ τοὺς τόκους ἀποδῷ, …τὸν Στοτοῆτιν κατὰ τήνδε τὴν ὁμολογίαν …ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον εἶναι φυλάξει ἡ Σεγᾶθις τὴν αὐτῆς παιδίσκην δούλην Ταορσενοῦφιν …της …γινομένης τῷ Στοτοῆτι τῆς πράξεως παρά τε τῆς …ς καὶ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης …