Ancient Greek
BGU 11 2047
Documentary Papyri, Bgu 11 2047
Not analysed yet
ἔτους ἑβδόμῳ καὶ τριακοστῷ τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ μηνὸς Ὑπερβερεταίου …ἐν Πτολεμάιδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Γαῖος Ἔρως ἀπελεύθερος Ἔρωτος Ἀπολλωνίωι καὶ Σωκράτηι καὶ Ἀρτεμιδώρωι τοῖς τρισὶ Χαιρήμονος ἀπέχειν παρʼ αὐτῶν διὰ τῆς …τραπέζης …τρισχιλίας δραχμὰς ἃς ὤφειλαν αὐτῶι κατὰ συγγραφὴν …τελειωθεῖσαν τῶι ἐνεστῶτι ἑβδόμῳ καὶ τριακοστῷ ἔτει Καίσαρος μηνὸς …καὶ μὴ ἐπελεύσεσθαι μήτε αὐτὸν Γαῖον Ἔρωτα μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπὶ τὸν Ἀπολλώνιον καὶ Σωκράτην καὶ Ἀρτεμίδωρον μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῶν …μήτε περὶ τῶν σημαινομένων ἀργυρίου δραχμῶν τρισχιλίων …τρόπῳ μηδενί. ἀναδέδωκεν δὲ αὐτοῖς Γαῖος Ἔρως …τὴν συγγραφὴν εἰς ἀκύρωσιν. ἐὰν δὲ …ηι η…η… …αρ…ων περι εν ν…τουσεν… …ων κ…σια…