Ancient Greek
BGU 11 2048
Documentary Papyri, Bgu 11 2048
Not analysed yet
……ν…υ σὺν τόκῳ …τω γίνονται ἀρτάβαι …ἃς καὶ μετρήσω σοὶ τῷ …μηνὶ τοῦ ἐνεστῶτος κε ἔτους Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου πυρὸν καθαρὸν ἄδολον ἄβολον ἄκριθον κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ᾧ καὶ παρέλαβον καὶ τὸ ενγουμεν ἰδίοις φορέτροις …αβειν ἀνυπερθέτως, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοῦ πάντων καθάπερ ἐκ δίκης, χωρὶς ἄλλων ὧν ὀφείλω σοί. ἔτους κε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Τῦβι ιγ. Αὐρήλιος Ἑρμεῖνος Χαφ…βιος ὁ καὶ τὸ σῶμα γράψας καὶ ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα.