Ancient Greek
BGU 11 2049
Documentary Papyri, Bgu 11 2049
Not analysed yet
…ἐν Ἡρακλείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Σωτήριχος Σατύρου τοῦ Ἰσίωνος ὡς ἐτῶν λε οὐλὴ πήχει δεξιῷ Ταουῆτι Τεσενούφεως μετὰ κυρίου τοῦ ἀνδρὸς Πανεφρέμμεως τοῦ Ἀγχώφεως ὡς ἐτῶν λ ἀσήμου πεπρακέναι αὐτῇ τὸν ὁμολογοῦντα τὸν ὑπάρχοντα αὐτῷ ἵππον ἄρσενα …ναχ… τα μελανόχρουν τοῦτον τοιοῦτον ἀναπόριφον καὶ ἀπέχειν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσειν πάσῃ βεβαιωσει. Σωτήριχος Σατύρου πέπρακα τὸν ἵππον καὶ ἀπέχω τὴν τιμὴν καθὼς πρόκιται ἐγράφη διὰ τοῦ ἐν Ἡρακλείᾳ γραφείου.