Ancient Greek
BGU 11 2085
Documentary Papyri, Bgu 11 2085
Not analysed yet
Ἀρείωι κωμογραμματεῖ Κερκεσούχων Ὄρους καὶ ἄλλων κωμῶν χαίρειν. Μιῦσις Μ…ι… …Ἁρμιυσ…λιων Πανήσιος οἱ τρεῖς πρεσβύτεροι τῆς προκιμένης κώμης Κερκεσούχων Ὄρους τῆς Ἡρακλείδου μερίδος ὀμνύομεν τὴν —Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην μὴ ἔχειν ἡμᾶς περὶ τὴν κώμην φυτευόμενον τοξικὸν κάλαμον μηδὲ μυρίκινον, ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. ἔγραψεν τὸ σῶμα Αλ…ς ὁ τῆς κώμης νομογράφος. Ἁρμιῦσις Ἁρμιύσιος καὶ Μιῦσις Σομα…ου καὶ Πτολλίων Πανησίου πρεσβύτεροι ὀμωμόκαμεν τὸν προκίμενον ὅρκον. Πτολλίων ἔγραψα ὑπὲρ τῶν μὴ εἰδότων γράμματα. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαρμοῦθι η