Ancient Greek
BGU 11 2086
Documentary Papyri, Bgu 11 2086
Not analysed yet
Αὐρήλιος Ἀμμώνιος …μιε…ν Ἀρσινοειτῶν πόλεως καὶ …Ἀλκίμῳ γεγυμνασιαρχηκότι ἐνάρχῳ πρύτανι καὶ πρὸς τῇ ἐπικρίσει …παρὰ Αὐρηλίου Εὐπόρου Λεοντᾶ τοῦ Χαιρήμονος μητρὸς Πλω… καὶ …ἀμφοτέρων ἀπὸ ἀμφόδου Θεσμοφορίου. τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου μου ἀδελφοῦ Αὐρηλίου Σ… τοῦ καὶ Διδύμου προσβάντος εἰς τεσσαρεσκαιδεκαετεῖς τῷ ἐνεστῶτι α ἔτει Γαίου Ἰουλίου Οὐήρου Μαξιμίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ ὀφείλοντος ἐπικριθῆναι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος ὑπέταξα τὰ ἀμφοτέρων ἡμῶν δίκαια. ἐγὼ μὲν οὖν Αὐρήλιος Εὔπορος ἐπεκρίθην τῷ …ἔτει …τῆς προπαρελθούσης βασιλείας καὶ ἀπεγραψάμην ταῖς τῷ κδ ἔτει καὶ θ ἔτει γενομέναις κατʼ οἰκίαν ἀπογραφαῖς ?,ἐν δὲ τῇ τοῦ θ ἔτους ἀπογραφῇ ἀπεγραψάμην καὶ τὸν ἐπικρινόμενόν μου ἀδελφὸν Αὐρήλιον Σ…κο…ν τὸν καὶ Δίδυμον …ι…ωστ…ις …κ…ου …απο …νιου ερμ…υηρα …ν κα…ηρ… και …ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς …ἀντίγραφον ἐπικρίσεως ἐκ βιβλιοθήκης δημοσίων λόγων τῷ …ἔτει τῆς προπαρελθούσης βασιλείας γενομένης …ἀμφόδου Θεσμοφορίου. Εὔπορος Λεοντᾶ τοῦ Χαιρήμονος …Καριδοῦτος, λευκόχρως, οὐλὴ ἀστραγάλῳ …γνωστευόμενος ὑπὸ τῆς μητρός, εἰκονισθεὶς ὑπὸ …ἀντίγραφον κατʼ οἰκίαν ἀπογραφῆς κδ ἔτους ἐκ βιβλιοθήκης δημοσίων λόγων …κδ ἔτους ἀμφόδου Θεσμοφορίου σταθμὸς …τοῦ Μικροῦ Βουβαστείου Ἀπολλωνίας Α… Δαίμων Λεοντᾶ τοῦ Χαιρήμονος μητρὸς …καὶ Αὐρήλιος Εὔπορος ὁμοπάτριος καὶ ὁμομήτριος ἀδελφὸς …ἄλλης ὁμοίως. Αὐρηλίῳ Πλάτωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ …βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ λαογράφοις ε…, παρὰ Αὐρηλίου Εὐπόρου Λεοντᾶ τοῦ Χαιρήμονος μητρὸς …ω…ρο…και… ἀναγραφομένου ἐπʼ ἀμφόδου Θεσμοφορίου. ὑπάρχει τῇ φροντιζομένῃ …ἐπʼ ἀμφόδου Βιθυνῶν Ἰσίωνος οἰκίδιον …εἰς ὃ ἀπογράφομαι ἐμαυτὸν καὶ τὸν ὁμοπάτριον καὶ ὁμομήτριόν μου ἀδελφὸν Αὐρήλιον Σ… τὸν καὶ Δίδυμον ἀναγραφόμενον ἐπὶ τοῦ προκειμένου ἀμφόδου Θεσμοφορίου εἰς τὴν τοῦ θ ἔτους θεοῦ Ἀλεξάνδρου κατʼ οἰκίαν ἀπογραφήν. καί εἰμι Αὐρήλιος Εὔπορος ὁ προδεδηλωμένος …καὶ τὸν ὁμοπάτριον καὶ ὁμομήτριον ἀδελφὸν …δ…κ…η…απ…ιουπ…ερ…υ…