Ancient Greek
BGU 11 2117
Documentary Papyri, Bgu 11 2117
Not analysed yet
…ου τοῦ καὶ Χαιραίου Ἀντινοέως …ωνίῳ Ἡρα… Ἀντινοέως χαίρειν· ὁμολογῶ ἔχειν παρὰ σοῦ ἀργυρίου δραχμὰς τετρακοσίας τεσσαράκοντα τόκου δραχμιαίου τῇ μνᾷ τὸν μῆνα ἕκαστον ἃς καὶ ἀποδώσω σοὶ ἐν μηνὶ …ἐὰν δὲ μὴ ἀποδῷ, ἔσται σοὶ ἡ πρᾶξις ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου πάντων καθάπερ ἐκ δίκης· τὸ δὲ χειρόγραφον τοῦτο ἁπλοῦν γραφὲν ὑπʼ ἐμοῦ κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον χωρὶς ἀλείφατος καὶ ἐπιγραφῆς. ἔτους …Λουκίου Σεπτιμίου Σεουήρου …Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ …κϛ