Ancient Greek
BGU 11 2118
Documentary Papyri, Bgu 11 2118
Not analysed yet
Αὐρήλιος Ἡρακλείδης Ἀχιλλέως τοῦ καὶ …μητρὸς Θαήσιος ἀπʼ Ὀξυρύγχων πόλεως …Αὐρηλίῳ ου…μειου ἐξηγητ… πομπαγωγοῦ βουλευτοῦ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐν χρήσει ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας κεφαλαίου, αἷς οὐδὲν προσῆκται, τόκου δραχμιαίου ἑκάστης μνᾶς τοῦ μηνὸς ἑκάστου ἀπὸ τοῦ ὄντος μηνὸς Παῦνι τοῦ ἐνεστῶτος β ἔτους· ἀποδώσω δέ σοι τὸ κεφάλαιον καὶ τοὺς συναχθησομένους τόκους ἕως τριακάδος Παχὼν τοῦ εἰσιόντος γ ἔτους χωρὶς πάσης ὑπερθέσεως· εἰ δὲ μή, ἐκτείσω σοὶ μεθʼ ἡμιολίας τὸν τόκον τοῦ ὑπερπεσόντος χρόνου δραχμιαῖον, γεινομένης σοὶ τῆς πράξεως παρά τʼ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γίνεσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παῦνι α. Αὐρήλιος Ἡρακλείδης Ἀχιλλέως ἔσχον παρὰ τοῦ Αὐρηλίου ἀργυρίου δραχμὰς χιλίας κεφαλαίου, τόκου δραχμιαίου, καὶ ἀποδώσω τὸ δάνειον …προθεσμίας ὡρισμένης καὶ ἐπερωτηθεὶς ὡμολόγησα καθὼς πρόκειται.