Ancient Greek
BGU 12 2138
Documentary Papyri, Bgu 12 2138
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίων Φλωρεντίου καὶ Διονυσίου τῶν λαμπροτάτων, Ἁθὺρ κ. Φλαυίῳ Ταυρίνῳ Πλουσάμμωνος βιάρχῳ νουμέρου Μαύρων Ἑρμουπόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Δυσκόλου …υρίωνος μητρὸς Ἑλένης ἀπὸ κώμης Τεμενκύρκεως τοῦ αὐτοῦ νομοῦ. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρά σου ἐφʼ ὃν βούλει χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχῶς εἰσιούσης ιε …τὴν ὑπάρχουσάν σοι ἄρουραν μίαν οὖσαν ἐκ νότου τοῦ …ἀμπελῶνος πρακτορίας τῆς αὐτῆς κώμης, ἐκ λιβὸς …