Ancient Greek
BGU 12 2139
Documentary Papyri, Bgu 12 2139
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Ἀντιόχου καὶ Βάσσου τῶν λαμπροτάτων …Παχὼν …ιε ἰνδικτίονος Φλαουίῳ Ταυρίνῳ Πλουσάμμωνος βιάρχῳ τῶν ἐν τῇ λαμπροτάτῃ Ἑρμουπόλει διακειμένων γενναιοτάτων Μαύρων σκουταρίων παρὰ Φλαυίου Εὐδαίμονος Φοιβάμμωνος ἑξῆς ὑπογράφοντος πάλαι στρατιώτου τοῦ αὐτοῦ ἀριθμοῦ. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρά σου πρὸς μόνον ἐνιαυτὸν ἕνα ,λογιζόμενον ἀπὸ νεομηνίας τοῦ ἑξῆς μηνὸς Παῦνι τῆς ἐνεστώσης πεντεκαιδεκάτης ἰνδικτίονος, τὴν ὑπάρχουσάν σοι ἔπαυλιν σὺν ἀχυροθήκῃ καὶ φρέατι καὶ χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι ἐν τῇ αὐτῇ Ἑρμουπόλει ἐπʼ ἀμφόδου Φρουρίου ἀπηλιώτου ἐν ῥύμῃ καλουμένῃ Ἀφαίσεως, πρὸς ἡμετέραν χρῆσιν καὶ καταγωγὴν ζῴων μου, μισθοφορίαν ταύτης τοῦ ὅλου ἐνιαυτοῦ ἀργυρίου μυριάδων χιλίων ὀκτακοσίων ,ἥνπερ μισθοφορίαν ἀποδώσω σοι πρὸς λῆξιν τοῦ ἐνιαυσίου χρόνου, ἐπὶ τῷ ἀνατρέφειν σε αἶγα μίαν ἐν τῇ χλωροφαγίᾳ καρπῶν τῆς εὐτυχῶς εἰσιούσης δευτέρας ἰνδικτίονος· καὶ ἐπὶ τέλει τοῦ ἐνιαυσίου χρόνου παραδώσω σοι τὴν αὐτὴν ἔπαυλιν ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλάυιος Εὐδαίμων Φοιβάμμωνος ὁ προκίμενος μεμίσθωμαι ὡς πρόκειται. διʼ ἐμοῦ Βίκτορος ἐγράφη …ἐπαύλεως ἐν Ἑρμουπόλει …υν μισθ εὐδαίμονος Φοιβάμμωνος