Ancient Greek
BGU 12 2188
Documentary Papyri, Bgu 12 2188
Not analysed yet
χμ…θ —μετὰ τὴν ὑπατείαν Φλαυίου Φιλοξένου τοῦ ἐνδοξοτάτου, Ἐπεὶφ κδ, ε ἰνδικτίονος. Αὐρήλιος Κλώμιος Πέτρου μητρὸς Μαρίας ἀπὸ κώμης Σαραπιήου τοῦ Ἑρμουπολίτου νομοῦ Αὐρηλίῳ Πέτρῳ Ἀνουβίου ἀπὸ κώμης Πρερὴ τοῦ αὐτοῦ νομοῦ χαίρειν. κυρίων οὐσῶν καὶ βεβαίων τῶν προτέρων μου συνγραφῶν ὁμολογῶ κατεσχηκέναι καὶ δεδανεῖσθαι παρά σου εἰς ἰδίας μου καὶ ἀναγκαίας χρείας διὰ χειρὸς ἐξ οἴκου κεφαλαίου χρυσοῦ νομισμάτιον δεσποτικὸν δόκιμον ἀριθμῷ ἓν κατὰ τὸν ἐξοδιασμὸν τῆς αὐτῆς κώμης, γίνεται χρυσοῦ νομισμάτιον α εξ ὅπερ ἑτοίμως ἔχω παρασχεῖν σοι ἕως …θμη…ε…μη…ς τῆς παρούσης …πέμπτης ἰνδικτίονος, χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης …παρελθούσης τῆς προθεσμίας …δώσω σοι π… …ενος κατὰ τὴν πρ… χειρόγραφον Κλωμίου Πέτρου ἀπὸ κώμης Σαραπιήου