Ancient Greek
BGU 12 2189
Documentary Papyri, Bgu 12 2189
Not analysed yet
παρὰ Φοιβάμμωνος Βίκτορος ἀπὸ Ἑρμουπόλεως Παύλῳ Φοιβάμμωνος διακόνῳ καὶ προνοητῇ τῆς ἁγίας ἐκκλησίας ἀπὸ Ἑρμουπόλεως χαίρειν· ἑτοίμως ἔχω παρασχεῖν σοι καθʼ ἕκαστον ἐνιαυτὸν χρυσοῦ κεράτια δύο ἐπάνω τοῦ ἐνοικίου τῆς οἰκίας ἐφʼ ὅσον χρόνον ἔχω τὴν ἐνοίκησιν τῆς αὐτῆς οἰκίας κατὰ τὴν δύναμιν τῆς ἐμῆς μισθώσεως· καὶ πρὸς σὴν ἀσφάλειαν ταύτην σοι πεποίημαι τὴν χεῖρα ὡς πρόκειται. ἐγράφη Μεσορὴ …Αὐρήλιος Φοιβάμμων Βίκτορος ὁ προκείμενος ἐθέμην ταύτην τὴν χεῖρα …ὑποδιάκονος …ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …