Ancient Greek
BGU 13 2239
Documentary Papyri, Bgu 13 2239
Not analysed yet
Σεταβοῦτι ἡγουμένωι Σοκνεπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος παρὰ Πανεφρόμμιος τοῦ Παοῦτος πρεσβυτέρου ἱερέως τῶν ἀπὸ τῆς αὐτῆς κώμης· νυκτὶ τῇ φερούσῃ εἰς τὴν δ τοῦ μηνὸς Νέου Σεβαστοῦ ἐπιβαλόντες τινὲς λῃστρικῶι τρόπωι τοῦ δ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ εἰς τὴν ὑπάρχουσάν μοι ἐν τῇ αὐτῇ κώμῃ διπυργίαν οἱ καὶ μετάραντες ὑπερῴαν θυρίδα ἔνδον γενόμενοι ἀπηνένκαντο τὸ καθʼ ἓν τῶν ὑπογεγραμμένων· διὸ ἐπιδίδωμί σοι τὸ ὑπόμνημα ὅπως ἀναζητήσας τοὺς αἰτίους ἔχῃς ……ε…νη… τυχεῖν αὐτῶν ὧν προσῆκον ᾖ …εὐτύχει …