Ancient Greek
BGU 13 2240
Documentary Papyri, Bgu 13 2240
Not analysed yet
Αἰλίῳ Νουμισιανῷ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Σώτου τοῦ Ἥρωνος· τῇ κ τοῦ ἐνεστῶτος μηνὸς θὼθ Πτ… υἱὸς Ψενοβάστιος Ἀδήτου μεσ…η ἔτος ὢν πρεσβύτερος κώμης Φυλακιτικῆς Νήσου αὐθάδως παρατυχὼν κατʼ ἐμὴν ἀπουσίαν ἐπῆλθε …ἐβάσταξε χιτῶνα …καὶ παραγενάμενος καὶ καταλαβὼν ὀργιζόμενος τῇ περὶ αὐτὸν αὐθαδείᾳ ἐπέστησα τὸν τῆς κώμης ἀρχέφοδον τὸν ἐπέχοντα καὶ μέχρι νῦν τὸν δεῖνα …παρʼ ἑαυτῷ· ὅθεν, κύριε, οὐ δυνάμενος καθησυχάζειν, ἀξιῶ, ἐάν σοι δόξῃ, ἀχθῆναι αὐτὸν ἐπί σε…