Ancient Greek
BGU 13 2332
Documentary Papyri, Bgu 13 2332
Not analysed yet
ὑπατείας δεσποτῶν ἡμῶν Γρατιανοῦ τοῦ Αὐγούστου γ καὶ Φλαουίου Ἐκυθίου τοῦ λαμπροτάτου κόμιτος Ἁθὺρ ιϛ Αὐρήλιος Ὃλ Παθινίου μητρὸς Ἀγώρας ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως καταμένων ἐν ἐποικίῳ Ἀλεξάνδρου Φλαουίῳ Ἀδελφίῳ σπεκουλάτορι τάξεως ἡγεμονίας Αὐγουσταμνικῆς χαίρειν· ὁμολογῶ κατὰ τήνδε τὴν ἀσφάλειαν ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἀργυρίου ταλάντων μυριάδα μίαν δισχιλίων ὄντα εἰς τιμὴν οἴνου ἐντοπίου εὐαρέστου τῆς ἐπὶ τοῦ καιροῦ φανησομένης τιμῆς κουφιζομένης τῷ τρίτῳ· καὶ ἐπάναγκον τὴν ἀπόδοσιν σοι ποιήσω μηνὶ Μεσορή τῆς εἰσιούσης τετάρτης νέας ἰνδικτίονος ἀνυπερθέτως καὶ ἐπὶ τῆς ἀπαιτήσεως γινομένης σοι τῆς πράξεως ἐκ τʼ ἐμοῦ τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης· καὶ ἐπερωτηθεὶς ὡμολόγησα· Αὐρήλιος Ὃλ ὁ προκείμενος ὁμολογῶ ἐσχηκέναι τήν τοῦ ἀργυρίου ταλάντων μυριάδα μίαν δισχίλια ὄντα εἰς τιμὴν οἴνου κουφιζομένην τῷ τρίτῳ καὶ ἀποδώσω ὡς πρόκειται· Αὐρήλιος Ἥρων Δίου ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος …χειρόγραφον Ὃλ ἀπὸ Ἀρσινοιτῶν πόλεως ταλάντων μυριάδος α Β …νε…ενου