Ancient Greek
BGU 13 2333
Documentary Papyri, Bgu 13 2333
Not analysed yet
Πτολεμαίδι Πυ… παρὰ Πασίωνος τοῦ δεῖνος ἀπὸ ἀμφόδου Ὡρίωνος Ἱερακείου· βούλομαι μισθώσασθαι παρὰ σοῦ τοὺς ἐπικειμένους καὶ ἐκπεπτωκότας εἰς τὸ ἐνεστός ἕκτον ἔτος Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ἐλαικοὺς καρποὺς τοῦ ὑπάρχοντός σοι ἐλαιῶνος …λεγομένου περὶ Λαγίδα τῆς Θεμίστου μερίδος ἀρουρῶν δεκαὲξ ἥμισυ τρίτον φόρου ἐλαίου ἐλαίνου νέου καθαροῦ ἀδόλου ὑλιστοῦ μετρητῶν τριῶν …καὶ ἐλαίας ἐκλεκτῆς ἀρταβῶν δύο καὶ ἐπιχύματος ἑκάστῳ μετρητῇ …καὶ τόν τιναγμὸν ποιήσομαι διὰ διαφυῶν καὶ καλάμων καὶ συγκλείσω ἕως μηνὸς Ἁδριανοῦ τριακάδος βλάβος μηδὲν ποιῶν καὶ τὸ ἔλαιον καὶ τὴν ἐλαίαν ἐν τῷ κτήματι μετρο …ρ…εως ἐὰν φαίνεται μισθῶσαι ὡς πρόκειται· ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ …