Ancient Greek
BGU 13 2334
Documentary Papyri, Bgu 13 2334
Not analysed yet
Αὐρήλιος Ἀπόλλων Διδύμου μητρὸς Ἀρσινόης ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Παοῦτι καὶ ὡς χρηματίζει ἀπὸ Δίννεως τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν· ὁμολογῶ ὀφείλειν σοι ὑπὲρ ὧν ἠγόρασα καὶ ἐβάσταξα κρίμνου ψειέθων δύο ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα δέκα καὶ δραχμὰς τρισχιλίας γίνονται τάλαντα ι δραχμαὶ Γ, ἅπερ ἀποδώσω σοι τῷ Παχὼν μηνὶ τοῦ ἐνεστῶτος κ καὶ ιβ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας γινομένης σοι τῆς πράξεως ἐκ τʼ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων· κύριον τὸ χειρόγραφον πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι καὶ ἐπερωτηθεὶς ὡμολόγησα· ἔτους κ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Μεχεὶρ θ· Αὐρήλιος Ἀπόλλων Διδύμου ὀφείλω ὑπὲρ τιμῆς κρίμνου …