Ancient Greek
2395.ext.75 to 2395.ext.95
Documentary Papyri, Bgu 14 2395.ext.75-95
Not analysed yet
δραχμὰς καὶ τὸν τόκον τῶν τριακοσίων δραχμῶν καθότι προγέγραπται· ἐὰν δὲ μὴ βεβαιοῖ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀπολλώνιος Δημητρίαι τὸ μὲν δάνειον τοῦτο τὰς τετρακοσίας δραχμὰς ἡμιόλιον, τὸν δὲ τόκον τῶν τριακοσίων δραχμῶν ἁπλοῦν, καὶ ἡ πρᾶξις ἔστω Δημητρίαι κατὰ τὸ διάγραμμα καὶ μηδὲν ἧσσον κυρία ἔστω ἡ μίσθωσις τὸν συγγεγραμμένον χρόνον, καὶ ἐξέστω Δημητρίαι καὶ τοῖς παρʼ αὐτῆς ἀντιεξάγειν τὸν ἐξάγοντα αὐτοὺς ἐκ τοῦ πύργου τούτου καὶ τῆς διόδου ἀνυπευθύνοις οὖσι πάσης ζημίας καὶ ἀνυποδίκοις· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες· Τιμόλαος Θεσσαλὸς δεκανικός, Παρμενίων Πέρσης ἰδιώτης ἀμφότεροι τῶν Φίλωνος, Περδίκκας Πολυάρχου Πέρσης, Φιλωνάδης Λυσανίου Κυρηναῖος, Δημήτριος Θεμίσωνος Κυρηναῖος, Νουμήνιος Καλλιξένου Χαλκιδεύς, οἱ τέσσαρες τῆς ἐπιγονῆς· συγγραφοφύλαξ Τιμόλαος· Ἀπολλώνιος Πάτρωνος Κυρηναῖος τῆς ἐπιγονῆς ε…ας τετρακοσίας δραχμὰς κα…γρα …Δημητρίας πρὸς Ἀπολλώνιον δάνειον δραχμαὶ υ