Ancient Greek
BGU 10 1962
Documentary Papyri, Bgu 14 2396
Not analysed yet
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους δεκάτου ἐφʼ ἱερέως Πυθαγγέλου τοῦ Φιλοκλείτου Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀγαθοκλέας τῆς Διογνήτου μηνὸς Γορπιαίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ· ἐδάνεισεν Πτολεμαῖος …ακρίτου Μακεδὼν τῆς ἐπιγονῆς Διοτίμωι Ποσειδωνίου Λυσιμαχείωι τῶν οὔπω ἐπηγμένων ἀτόκων χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς ἀποδότω δὲ Διότιμος Πτολεμαίωι τὰς δραχμὰς τὸ δάνειον ἐν μηνὶ Γορπιαίωι τοῦ δεκάτου ἔτους· ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Διότιμος Πτολεμαίωι τὰς δραχμὰς …καὶ ἡ πρᾶξις ἔστω Πτολεμαίωι παρὰ Διοτίμου πράσσοντι κατὰ τὸ διαγραμμα· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες·