Ancient Greek
2399.FrB.36 to 2399.FrB.50
Documentary Papyri, Bgu 14 2399.FrB.36-50
Not analysed yet
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους ἑνδεκάτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρ… Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Ἀλεξανδρίαι μηνὸς Δύστρου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ· ὁμολογεῖ Νικίας Ἡρακλείτου Κυρηναῖος τῆς ἐπιγονῆς ἔχειν παρὰ Τροχᾶ τοῦ Π…ωτονίκου Πέρσου τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς πεντακοσίας τιμὴν τοῦ ἡμίσους τῆς ὑπαρχούσης αὑτῶι καὶ Ἑρμίππωι αὐλῆς καὶ τοῦ …ητος ἐν κώμηι Θώλθει τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ οὗ γείτονες ἀπὸ μέν… τὰ αὐτοῦ καὶ τὰ ……ἀπὸ δὲ λιβὸς τὰ Ἑρμίππου ἀπὸ δὲ ἀπηλιώτου τὰ Ε…ατους καὶ εἴσοδος καὶ ἔξοδος ἐφʼ ὧι εἰσόδωι καὶ ἐξόδωι χρήσεται Τροχὰς διὰ τῆς ὑπαρχούσης εἰσόδου καὶ ἐξόδου μετὰ τῶν παρὰ Νικίου κοινῆι· δότω δὲ Νικίας Τροχᾶι ὠνὴν τοῦ ἡμίσους τῆς αὐλῆς καὶ τοῦ …ητος τῆς αὐλῆς τοῦ αὑτοῦ μέρους ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου ἀφʼ ἧς ἂν ἡμέρας Τροχὰς Νικίαι προείπηι ἐν ἡμέραις δέκα τασσομένου Τροχᾶ τὰ γείνομενα τέλη· ἐὰν δὲ Νικίας μὴ δῶι Τροχᾶι ὠνὴν κτλ. …