Ancient Greek
BGU 14 2400
Documentary Papyri, Bgu 14 2400
Not analysed yet
…ναύκληρος …ειος τοῦ Ἡλιοδώρου κερκούρου ἀγωγῆς γ… μεμετρῆσθαι παρὰ Νείλου σιτολόγου τῆς πρὸς ἥλιον τοπαρχίας διὰ …τοῦ παρὰ βασιλικοῦ γραμματέως ἐκ Σέφθας ἀπὸ τοῦ μεταχθέντος σίτου ἐκ τοῦ ἐν Ὀξυρύγχων πόλει θησαυροῦ ἐκ προσαγωγίδων ἐπὶ τὸν μέγαν ποταμὸν πυροῦ καθαροῦ κεκοσκινευμένου μέτρωι δοχικῶι πυροῦ ἀρτάβας πεντήκοντα δύο γίνονται νβ κατὰ σύμβολον τοῦτο· …μεμετρῆσθαι τη… πυροῦ ἀρτάβας πεντήκοντα δύο γίνονται νβ διὰ …ου τοῦ παρʼ οἰκονομοῦ·