Ancient Greek
BGU 14 2417
Documentary Papyri, Bgu 14 2417
Not analysed yet
Φιλώτας Ἐπιστράτωι χαίρειν· καλῶς ποιεῖς, εἰ ἔρρωσαι· ἐρρώμεθα δὲ καὶ ἡμεῖς· ὑγιαίνει δὲ καὶ Πλείσταρχος, καὶ ἡδέως προσεδέξατο αὐτὸν ὁ βασιλεύς· χαρίζοιο δʼ ἂν ἡμῖν ἐπιμελόμενος σαυτοῦ, ὅπως ἂν ὑγιαίνηις· καὶ μνημόνευε δὲ ἡμῶν ὥσπερ καὶ ἡμεῖς σοῦ ἐν παντὶ καιρῶι, καὶ ταῦτα πολὺ χαριεῖ ἡμῖν· καὶ περὶ τοῦ ἡμῶν υἱοῦ, ἐὰν τις τῶν παρʼ ἡμῶν καταπλεῖ, ἐπίστειλον ἡμῖν· ἔρρωσο ἔτους κη Ξανδικοῦ κϛ Ἐπιστράτωι