Ancient Greek
BGU 14 2418
Documentary Papyri, Bgu 14 2418
Not analysed yet
…τῶι ἀδελφῶι χαίρειν καὶ ἐρρωμένωι ἀεὶ βέλτιον ἐπανάγειν. …των των… των περὶ τῆς σῆς ἀπαντήσεως τοῦ μεγίστου θεοῦ Σαμανούφιος καὶ τῆς τοῦ συγγενοῦς μεγάλως ἐχάρημεν καὶ ἀπευχαριστήσαμεν τοῖς ἐνταῦθα θεοῖς· χαρίζοιο δʼ ἂν μάλιστα τοῦ σώματος ἐπιμελόμενος ἵνʼ ὑγιαίνοντα σὲ ἀσπασώμεθα· ἔρρωνται οἱ ἐν οἴκωι πάντες καὶ οἱ παρʼ ἡμῶν· ἐπισκοποῦ δὲ καὶ Πετενεφώτην καὶ Τοτοῆν καὶ Ψενιμούθην καὶ Παῶν καὶ Ὀννῶφριν καὶ τοὺς ἄλλους· ἔρρωσο ἔτους η Παχὼν κα