Ancient Greek
BGU 14 2419
Documentary Papyri, Bgu 14 2419
Not analysed yet
Ἀρτεμίδωρος Ἀλεξάνδρωι τῶι ἀδελφῶι χαίρειν καὶ ὑγιαίνειν· γέγραφα Ἀμαράκωι τὰ τῆς Φεβίχεως μεταγαγεῖν πορεῖα εἰς Σέσφθα τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχίτου ὅπως τὸν ἐκεῖ πυρὸν τοῦ πατρός μου ἐμβάλωνται παρακαλῶν α… σὲ μηδὲν παραλείπειν· ἐὰν δὲ καὶ ἐμβολὴ βασιλικοῦ ἐπικέηται, οὐ χρὴ στῆσαι· αἱ γὰρ ἐμβαλλόμεναι πᾶσαί εἰσιν ἀρτάβαι Β· καὶ σεαυτοῦ ἐπιμέλου …ἔρρωσο· ἔτους δ Μεσορὴ ιϛ