Ancient Greek
BGU 15 2551
Documentary Papyri, Bgu 15 2551
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρείου …Σεβαστῇ ἐν Πολυδευκίᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ὀννῶφρις Πατύνεως ὡς ἐτῶν εἴκοσι ἐννέα οὐλὴ δακτύλῳ μικρῶι χειρὸς ἀριστερᾶς Ἀρείωι Λ…φεως ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ παρὰ τῷ ὠτὶ ἀριστερῷ ἀπέχειν παρʼ αὐτοῦ διὰ χειρὸς τὴν τιμὴν οὗ καταβέβοσκεν αὐτοῦ τὰ πρόβατα ἐν οἷς γεωργεῖ ὁ Ὀννῶφρις περὶ Θεαδελφίαν τῆς αὐτῆς μερίδος Δε… πίωνος ἐδάφεσι χόρτου ἀρούρας μιᾶς ἢ ὅσων ἐὰν ὦσιν ἀπὸ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους ἀργυρίου δραχμὰς …τέσσαρας …εἰς αὐτὸν Ὀννῶφριν ……υ…