Ancient Greek
BGU 15 2552
Documentary Papyri, Bgu 15 2552
Not analysed yet
Ἀρτεμιδώρα Πτολεμαίου μετὰ κυρίου Δημητρίου τοῦ Σκαίλου Πυῶρι γεωργῶι, χαίρειν. ἔχω παρὰ σοῦ ἀφʼ ὧν ὀφείλεις μοι ἐκφορίων τοῦ τεσσαρεσκαιδεκάτου ἔτους ἐπὶ λόγου πυροῦ ἀρτάβας τριάκοντα τέσσαρας, γίνονται ἀρτάβαι λδ ἀπέχοντος σοῦ τὰ σπέρματα τῆς τοῦ εἰσιόντος πεντεκαιδεκάτου ἔτους κατασπορᾶς μὴ ἐλασσουμένης μου ὑφʼ ὧν λοιπῶν ὀφείλεις μοι τῶν αὐτῶν ἐκφορίων πυροῦ ἀρταβῶν δέκα καὶ ἀργυρικῶν ὀφειλῆς δραχμῶν δεκαέξ, γίνονται λοιπογραφίας δραχμαὶ ιϛ. Δημήτριος ἔγραψα ὑπὲρ τῆς Ἀρτεμιδώρας μὴ εἰδυίης γράμματα. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἐπεὶφ ϛ.