Ancient Greek
BGU 16 2598
Documentary Papyri, Bgu 16 2598
Not analysed yet
ἀντίγραφον ἀποχῆς. Ἡράκλειος Ἀπολλωνίου τῶν κατοίκων Ἀσφεῖ Ὥρου χαίρειν. ἔχω παρά σου τὰ ἐκφόρια τοῦ ἐπιβάλλοντός σοι μέρους ἡμίσους ὧν γεγεώργηκάς μου ἀρουρῶν. περὶ κώμην Κολασοῦχιν ἐν τῶι ἑνὶ καὶ εἰκοστῷ καὶ ἐν τῷ δευτέρῳ καὶ εἰκοστῷ ἔτει, καὶ τὰ καθήκοντα ὑπολέλειμμαι εἰς τὸ τούτων δημόσιον …καὶ οὐδέν σοι ἐγκαλῶ περὶ τῶν ἐκφορίων τοῦ ἐπιβάλλοντός σοι μέρους, μενούσης δέ μοι πρός σε ἐκτεῖσαί μοι δάνος εἰς τὸ τρίτον καὶ εἰκοστὸν ἔτος …καὶ τὰ σκάμματα τῶν χώματων τοῦ κλήρου κατὰ τὸ ἥμισυ ἀκολούθως ᾗ ἔχω σου αν… τῶν χωμάτων. τὰ δὲ χώματα εἰς τὸ τρίτον καὶ εἰκοστὸν ἔτος ἄξεις ἀπὸ Μεχεὶρ τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους, μένοντος δέ μοι τοῦ πρός σε λόγου περὶ τοῦ δανείου καὶ τῶν ἐκφορίων. ἔτους κβ Καίσαρος …ἀντίγραφον τοῦ Σωτηρίχου. …Σωτήριχος Ἡρακλείου Ἀσφεῖ Ὥρου χαίρειν. ἀπέχω παρά σου τὸ ἐπιβάλλον σοι μέρος ἥμισυ τοῦ δανείου τῶν ἐκφορίων τοῦ αὐτοῦ ἔτους καὶ οὐθέν σοι ἐγκαλῶ ὑπὲρ τοῦ σου μέρους, μένοντος δέ μοι τοῦ πρὸς Ἄδραστον τοῦ …λόγου περὶ τῶν ἐκφορίων …ἔτους κγ Καίσαρος …