Ancient Greek
BGU 16 2599
Documentary Papyri, Bgu 16 2599
Not analysed yet
Θέωνι βασιλικῶι γραμματεῖ παρὰ Πανετβέως τοῦ Ὥρου καὶ παρὰ Ἁρονδώτου τοῦ Ἁρονδώτου καὶ παρὰ Ψενοβάστιος τοῦ καὶ Βενιπις τῶν τριῶν ἀπὸ Κεφαλῶν· ὑπαρχόντων ἡμῖν περὶ Ταφθῖριν ἑπταρουρικῶν κλήρων τριῶν ὑπὲρ ὧν τελοῦμεν τὰ καθήκοντα δημόσια καὶ τὰ συντελέσματα πάντα ἀνεγκλήτως, ἐν δὲ τῶι τεταρτωι ἔτει βεβρεγμένου ἐξ ἑκάστου κλήρου ἡμίσους τετάρτου ὥστʼ εἶναι ἀναγεγραμμέναι α γ δ ἄρουαι β δ· Ζήνων ὁ τῶν τόπων τοπο… συνδυασάμενος Α…ωτει τῶι …ογραμματεῖ καὶ ἐπιβαλόντες ἐπὶ τὰς οἰκίας ἡμῶν ἐξεμετρήσαντο …οται ὑπὲρ τῶν σημαινομένων ἀρουρῶν β δ …ιβ 𐅵…ἐν ἀμελίαι καὶ …λλαεων …ἐν ἀναρχίαι· διὸ προήγμεθα τὴν ἐπί σε ποιήσασθαι καταφυγήν· αξιοῦμεν ἐὰν φαίνηταί σοι …ὡς κομιούμεθα πλείω ἀπῃτήμεθα τῶν καθηκόντων δημοσίων ἵνʼ ὦμεν τετευχότες τῆς σῆς ἀντιλήμψεως· εὐτύχει