Ancient Greek
BGU 16 2602
Documentary Papyri, Bgu 16 2602
Not analysed yet
οἱ ἀπὸ Τεχθὼ γεωργοὶ Ἀθηνοδώρῳ τῷ ἐπιστάτῃ καὶ διοικητῇ πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· γίγνωσκε Ἔρωτα τὸν παρὰ Λούπου τοῦ στρατηγοῦ ἐγβάλλειν ἀνθρώπους ἐπὶ τὰ χώματα· καὶ τὰ νῦν ἦλθεν ἐπὶ τοὺς γεωργούς σου καὶ ἠνάγκασε αὐτοὺς ἡμέρας δύο ἐκεῖ ἐργάζεσθαι· Πτολλᾶς ὁ σὸς ἦλθεν ἐκ Θμοναχὴ καὶ ἐκώλυσεν αὐτὸν τοῦ ἀπάγειν ἡμᾶς ἐπὶ τὰ χώματα ὡς …αὐτῷ ἀποστείλῃς· τὰ δὲ νῦν ἀξιοῦμέν σε, ἐπεὶ ὁ ἀγρὸς ἡμῶν …παρέσταται, ἀποστεῖλαι ἢ σφραγειταν Πτολλᾶτι τῶι σῶι ἢ γραπτὸν ἵνα κωλύσῃ τὸν Ἔρωτα ἀπάγειν ἡμᾶς ἐπὶ τὰ χώματα. ἔρρωσο …διοικητῇ