Ancient Greek
BGU 16 2600
Documentary Papyri, Bgu 16 2600
Not analysed yet
Λαδάμας καὶ οἱ λοιποὶ μελισσουργοὶ Χοινώθμεως τῶι σεμνοτάτωι θεῶι καὶ κυρίωι ἀντιλήμπτορι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν καθάπερ εὐχόμεθα· πεπόμφαμέν σοι τὸ λογάριον τῶν σμηνῶν καὶ τοῦ μεμετρημένου μέλιτος ἐν τῶι ια ἔτει· ἐὰν οὖν σοι φαίνηται, σεμνότατε ἐπιστάτα, ἐπιδεῖξαι Σελεύκωι τῶι διοικητῆι καὶ κυρίωι συμπροσγενόμενος αὐτῶι, ἵνα μὴ πλεῖον ἀπαιτηθῶμεν τῶν ὄντων διὰ τοῦ λογαρίου καὶ τοῦ μεμετρημένου μέλιτος· τὰ δὲ σύμβολα ἔχομεν· τούτου δὲ γενομένου ἐσόμεθα ἀντειλημμένοι ὑπό σου· παρὰ πάντα δὲ χαριῇ σεαυτοῦ ἐπιμελούμενος ἵνʼ ὑγιαίνῃς, ὅ ἐστιν ἡμῖν εὐκτότατον· ἔρρωσο· ἔτους ιζ Καίσαρος Μεσορὴ ια τῶι θεῶι καὶ κυρίωι ἀντιλήμπτορι