Ancient Greek
BGU 16 2606
Documentary Papyri, Bgu 16 2606
Not analysed yet
Σώτας Ἀθηνοδώρωι τῶι ἐπιστάτῃ χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· ἐπίστασαι ὅτι ἐν τῷ πλοίῳ εἰμὶ ἀπὸ Φαμενώθ· ἀπὸ δὲ Φαρμοῦθι λογίζομαι τὸ ὀψώνιον· ἀπέχω δὲ Φαρμοῦθι καὶ τοῦ Παχών, τὸ ὀψώνιον τοῦ δὲ Παῦνι καὶ Ἐπείφ· καλῶς ποιήσεις διὰ τὴν ἔχουσάν με ἔνστασιν καὶ διὰ τὸ νεμεσᾶν, ὅτι ἐγκέκλεισμαι εἰς τὸ ἱερόν, διατάξας τῆς διμήνου· χορηγῶ ἀνθρώπῳ μισθοὺς ἕως α τοῦ Μεσορή· ἀξιῶ σε παρακαλῶν παραδοῦναι τὸ πλοῖον ὃ ἐὰν βούλῃ· κύριος γὰρ εἶ· τὰ δʼ ἄλλα ἐπιμέλου σεαυτοῦ ἵνʼ ὑγαίνῃς· ἔρρωσο· ἔτους κγ Καίσαρος Ἐπεὶφ κθ