Ancient Greek
BGU 16 2607
Documentary Papyri, Bgu 16 2607
Not analysed yet
Σώτας Ἀθηνοδώρῳ τῷ ἀδελφῶι χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν ὡς βούλομαι· ἀποσπασθεὶς ἀπό σου ἀπῆλθον εἰς Ποιμένων καὶ μείνας ἐκεῖ ἡμέρας ἓξ σὺν τῇ τύχῃ σου πάντα τὰ ἐκεῖ ἐγκέκλεικα· ἓν δὲ μόνον τεθάμνικα· ὁ δὲ …αι μου οὐ τεθεώρηκεν· ἀλλὰ ἐγὼ αὐτὸς κακοπαθῶ …η…ν ἵνα μηδὲ ἐν τόπωι μνιθι μα… ἐγὼ Ἀσκλᾶν ὅτι φιλεξυλοσθεται ὁ δὲ πανητραλλισε. …ακι οὐδὲ τὴν ἅμαξαν ἀπέσταλκεν λέγων πρῶτον τὰ ἐν τῷ ἐνοικίωι αιρῳ· γίγνωσκε οὖν τὴν ἐν Φνέβι περσέαν τὴν μεγάλην κεῖσθαι ἐπὶ πλατύμματος· ἔταξα πλάτος πηχῶν ζ, καὶ μῆκος πηχῶν ιδ· καὶ τὰ ἐν τῇ καμάρᾳ ἐν αιρῳ κεῖται· οὐδεὶς ᾕρην· οὐ γὰρ ἔχεις ἐν τῷ νομῷ τοιαύτην ἀξίαν· δραχμῶν χ· ἐὰν μὴ τὴν μεγίστην καταντήσῃς καὶ ὄχλικε…ς ἐκεῖ καταντήσωμεν· καὶ προσδέχονται ἄλλοι· καὶ οἱ τέκτονες πεπληρώκασι τοὺς μισθούς· διὸ γράφω σοι ἵνʼ εἰδῇς. μὴ στραγγεύσῃ. ἔρρωσο· ἔτους ιε Παχὼν β Ἀθηνοδώρωι