Ancient Greek
BGU 16 2610
Documentary Papyri, Bgu 16 2610
Not analysed yet
Ἡρακλείδης Ἀθηνοδώρωι τῶι ἀδελφῶι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν ὡς εὔχομαι· πλεονάκις σοι ἔγραψα καὶ διὰ λόγων ἠρώτησα γράψαι τοῖς σιτολόγοις τῆς Κόμα ἵνα τὸ σιτάριον παραλάβωσιν κʼ οὐκ ἐποίησας· πάλαι ἐμοὶ τὴν αἰτίαν ἐπιρρίψεις, οἶδά σε μὴ ὄντα ἀμελῆν· ἐὰν γὰρ λάθῃς, ἐμπέσῃ εἰς τὸν ἐπὶ τιμῆς· ὁ γὰρ πυρὸς χρηστὸς ἐστίν· τὰ δʼ ἄλλα σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς· ἔρρωσο ἔτους κβ Καίσαρος Ἁθὺρ ιζ Ἀθηνοδώρωι τῶι ἀδελφῶι