Ancient Greek
BGU 16 2611
Documentary Papyri, Bgu 16 2611
Not analysed yet
Ἡρακλείδης Ἀθηνοδώρωι τῶι ἀδελφῶι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν ὡς εὔχομαι· ἀνέγνων ἃ γεγράφεις· οὔτε ποταπῶι μέτρωι ἐμβάλωμαι οὐ γράφεις εἰς πόλιν· καὶ εἰ ἐκ τῶν πρώτων πυρῶν ἐμβάλῃ εἰς Ἀλεξάνδρειαν, σήμανον· εποπορος δέ μοι προσῆλθε ἐν τῇ Βουσίρει χάριν πυροῦ ἀρταβῶν φ ἐκ δραχμῶν διακοσίων· ἐπὶ τόπου εἴποι σοι· σήμηνον μοι αὔριον ἐν Βουσίρει ὡς τὸ μέτρον ἐκεῖ ἐστιν· ἐγὼ γὰρ αὔριον εἰς Τιλῶθιν πορεύομαι δο…ματα τοῖς ἐμπόροις ειποι …ἡμῖν ἵνα ἐὰν ἄλλοι ἔλθωσιν πωλῶι· καὶ μὴ καθάπαξ κατέχωμεν τοὺς ἐμπόρους· τὰ δʼ ἄλλα σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνησ. ἔρρωσο ἔτους κα Καίσαρος Χοιὰκ κ πάντως σήμηνόν μοι αὔριον περὶ τοῦ μέτρου καὶ περὶ τοῦ ἐμπόρου· καὶ ἐν Τιλώθει μοι ἀποστεῖλον· πέμψον σάκκκους· αἰτούμεθα φόρετρον τῶν ἑκατὸν ἀρταβῶν δραχμὰς δ.